...θα ξαναζωντανέψει το φως του Απόλλωνα στους Δελφούς. Οι Νύμφες με τα γέλια και τις κρυστάλλινες φωνές τους θα καλούν τον θεό Πάνα. Κι αν δείτε την Άρτεμη σε κάποιο Δάσος να κυνηγά ή τον Ερμή να πετάει στους Ουρανούς, στέλνοντας μηνύματα θεών, μη διστάσετε να ευχαριστήστε τη Μητέρα Φύση, που μπορέσατε να αντικρύσετε τους θεούς που επέστρεψαν στον τόπο τους!

₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪₪

ΚΗΤΩ

  Η Κητώ ήταν θαλάσσια θεότητα, άσχημη και γριά εκ γενετής. Κόρη της Γαίας και του Πόντου. Αδέλφια της ήταν ο Νηρέας, ο Φόρκυς, η Ευρύβια και ο Θαύμας. Ενσάρκωνε τη φρίκη της θάλασσας. Μαζί με το Φόρκυ ή Φόρκυνα έφεραν στον κόσμο πολλά παιδιά: Τις τρεις Γραίες (Δεινώ, Ενυώ, Πεμφρηδώ) που διέθεταν όλες μαζί ένα μάτι κι ένα δόντι, τις τρεις Γοργόνες (Μέδουσα, Σθενώ, Ευρυάλη), τον ακοίμητο δράκο Λάδωνα, (το φρουρό των χρυσών μήλων των Εσπερίδων), τις Εσπερίδες και τη νύμφη Θόωσα (μητέρα του Κύκλωπα Πολύφημου). Η λέξη κήτος προέρχεται από το όνομά της. 
«Νείκεά τε Ψεύδεά τε Λόγους τ' Ἀμφιλλογίας τε Δυσνομίην τ' Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,Ὅρκόν θ', ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ· Νηρέα δ' ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμίστων λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν· αὖτις δ' αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρηον Εὐρυβίην τ' ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν…»   Ησίοδος ‘Θεογονία’, 238 
«…Φόρκυι δ' αὖ Κητὼ γραίας τέκε καλλιπαρήους ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ' ἄνθρωποι, Πεμφρηδώ τ' εὔπεπλον Ἐνυώ τε κροκόπεπλον, Γοργούς θ', αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο ἐσχατιῇ πρὸς νυκτός, ἵν' Ἑσπερίδες λιγύφωνοι, Σθεννώ τ' Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα· ἡ μὲν ἔην θνητή, αἱ δ' ἀθάνατοι καὶ ἀγήρῳ, αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι...»  Ησίοδος ‘Θεογονία’, 270 
«…ἔνθ' ἄρ' ὅ γ' οἰκείων ἐλεφαίρετο φῦλ' ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ' Ἀπέσαντος· ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης. Κητὼ δ' ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει…» Ησίοδος ‘Θεογονία’, 333
«…Πόντου δὲ καὶ Γῆς Φόρκος Θαύμας Νηρεὺς Εὐρυβία Κητώ…» Απολλόδωρος ‘Βιβλιοθήκη’, 1.12.5 
«… λέγεται δ' ἡ Κητὼ τῷ Φόρκυνι μιγεῖσα ἀπογεννῆσαι νεώτερον τέκνον τὸν δράκοντα τὸν φυλάσσοντα τὰ μῆλα τὰ χρυσᾶ ἐν τοῖς πέρασιτῆς γῆς, παρόσον διασκεδαννυμένων ἐκ τοῦ καθ' ἡμᾶς ἀέρος τῶν ἀναθυμιάσεων ὑπὸ τοῦ ἡλίου, ἤδη συχνῶς ἡμῖν ἐπεισβάλλοντος, ἐπὶ τὰ πόρρωθεν ἡμῶν μέρη ἀπελαύνεσθαί…» Γαληνός ‘Αλληγορίες στην Ησιόδεια Θεογονία’